Перевод: с греческого на английский

с английского на греческий

ἀνοῖξαι πίθον ὕμνων

  • 1 ὕμνος

    ὕμνος (-ος, -ου, -ῳ, -ον, -οι, -ων, -οιςιν), - ους.)
    1 song of praise

    ὁ πολύφατος ὕμνος O. 1.8

    δαιδαλωσέμεν ὕμνων πτυχαῖς O. 1.105

    ἀναξιφόρμιγγες ὕμνοι O. 2.1

    τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ; O. 6.6

    χρὴ τοίνυν πύλας ὕμνων ἀναπιτνάμεν αὐταῖς O. 6.27

    ἀνδράσιν αἰχματαῖσι πλέκων ποικίλον ὕμνον O. 6.87

    ἐμῶν δ' ὕμνων ἄεξ εὐτερπὲς ἄνθος O. 6.105

    τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν O. 7.88

    Μελησία ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ O. 8.54

    αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ' ὕμνων νεωτέρων O. 9.48

    μελιγάρυες ὕμνοι O. 11.4

    Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον P. 1.60

    παίδεσσιν ὕμνον Δεινομένεος τελέσαις P. 1.79

    ἄλλοις δέ τις ἐτέλεσσεν ἂλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον P. 2.14

    ὄφρα αὔξῃς οὖρον ὕμνων P. 4.3

    [ ὕμνων (coni. Pauw, Beck: κώμων codd.) P. 5.100]

    ἑτοῖμος ὕμνων θησαυρὸς P. 6.7

    ῥαίνω δὲ καὶ ὕμνῳ P. 8.57

    ἐγκωμίων γὰρ ἄωτος ὕμνων ἐπ' ἄλλοτ ἄλλον ὥτε μέλισσα θύνει λόγον P. 10.53

    Ὀρτυγία, σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων μέγαν ἵππων N. 1.5

    ἄρχε δ, οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον N. 3.11

    ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων N. 3.65

    ( ῥῆμα)

    τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη N. 4.11

    τῷδε μέλει κλιθείς, ὕμνον κελάδησε καλλίνικον ( υἱὸν coni. Bergk) N. 4.16

    ποικίλων ἔψαυσας ὕμνων N. 5.42

    Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἐργμάτων ἕνεκεν N. 6.33

    ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι N. 7.13

    ἀμφὶ Νεμέᾳ πολύφατον θρόον ὕμνων δόνει ἡσυχᾷ (Er. Schmid: ὕμνων θρόον codd.) N. 7.81

    ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι N. 8.50

    ἐθέλω ἢ Καστορείῳ ἢ Ἰολάοἰ ἐναρμόξαι μιν ὕμνῳ I. 1.16

    πάντα δ' ἐξειπεῖν ἀφαιρεῖται βραχὺ μέτρον ἔχων ὕμνος I. 1.63

    μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν, μηδὲ τούσδ ὕμνους I. 2.45

    ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις, ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν I. 4.3

    τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον (sc. Ποσειδάν) I. 4.21

    προφρόνων Μοισᾶν τύχοιμεν κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ I. 4.43

    τὸ δ' ἐμόν, οὐκ ἄτερ Αἰακιδᾶν, κέαρ ὕμνων γεύεται I. 5.20

    καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον I. 5.63

    ἀνὰ δ' ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων I. 6.62

    κώμαζ' ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ καὶ Στρεψιάδᾳ I. 7.20

    κελαδ[ήσαθ' ὕμ]νους (supp. Snell e Σ.) Πα. 7B. 10. ὕμνων ερ[ Πα. 13. a. 9.

    ὕμνων σέλας Pae. 18.5

    Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων *fr. 191.* [ ὕμνων (del. Heyne.) fr. 192.] τὸν ὕμν[ον (supp. Blass) ?fr. 333b. 2. ἀνοῖξαι πίθον ὕμνων ?fr. 354. c. gen.,

    Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις O. 3.3

    ὕμνος δὲ τῶν ἀγαθῶν ἐργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει

    φῶτα N. 4.83

    ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε N. 9.3

    in general,

    εἰ τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν P. 3.64

    dirge

    ἔδοξ' ἦρα καὶ ἀθανάτοις ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν I. 8.60

    ἁ δ' Ὑμέναιον ἐσχάτοις ὕμνοισιν (sc. ὕμνει: Schneidewin, Hermann: ἔσχατον ὕμνον cod.) Θρ. 3. 9. love song,

    ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους I. 2.3

    Lexicon to Pindar > ὕμνος

  • 2 ἀνοίγω

    1 open, cleave, break open

    τοὺς Ἀριστοτέλης ἄγαγε ναυσὶ θοαῖς ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων P. 5.88

    ἀλλά μιν Κρόνου παῖ[δες] κεραυνῷ χθόν' ἀνοιξάμενο[ι] ἔκρυψαν Pae. 8.73

    ἀνοῖξαι πίθον ὕμνων ?fr. 354.

    Lexicon to Pindar > ἀνοίγω

  • 3 πίθος

    1 jar τοὶ δ' ἐπίμπλαν ἐσσύμενοι πίθους· πίθοι τε πλῆσθεν ἅπαντες *fr. 104b. 3, 5*. ἀνοῖξαι πίθον ὕμνων ?fr. 354.

    Lexicon to Pindar > πίθος

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»